Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.318 Joseph. AJ 8.322 (English) >>Joseph. AJ 8.327

8.320ἀναξηρανθέντος δὲ τοῦ ποταμοῦ διʼ ἀνομβρίαν εἰς Σαριφθὰν πόλιν οὐκ ἄπωθεν τῆς Σιδῶνος καὶ Τύρου, μεταξὺ γὰρ κεῖται, παραγίνεται τοῦ θεοῦ κελεύσαντος· εὑρήσειν γὰρ ἐκεῖ γυναῖκα χήραν, ἥτις αὐτῷ παρέξει τροφάς. 8.321ὢν δʼ οὐ πόρρω τῆς πύλης ὁρᾷ γυναῖκα χερνῆτιν ξυλιζομένην· τοῦ δὲ θεοῦ δηλώσαντος ταύτην εἶναι τὴν μέλλουσαν αὐτὸν διατρέφειν προσελθὼν ἠσπάσατο καὶ κομίσαι ὕδωρ παρεκάλεσεν, ὅπως πίῃ, καὶ πορευομένης μετακαλεσάμενος καὶ ἄρτον ἐνεγκεῖν ἐκέλευσε. 8.322τῆς δʼ ὀμοσάσης μηδὲν ἔχειν μίαν ἀλεύρου δράκα καὶ ὀλίγον ἐλαίου, πορεύεσθαι δὲ συνειλεχυῖαν τὰ ξύλα, ἵνα φυράσασα ποιήσῃ αὑτῇ καὶ τῷ τέκνῳ ἄρτον, μεθʼ ὃν ἀπολεῖσθαι λιμῷ δαπανηθέντα μηκέτι μηδενὸς ὄντος ἔλεγεν, “ἀλλὰ θαρσοῦσα, εἶπεν, ἄπιθι καὶ τὰ κρείττω προσδοκῶσα, καὶ ποιήσασα πρῶτον ἐμοὶ βραχὺ κόμισον· προλέγω γάρ σοι μηδέποτʼ ἐπιλείψειν ἀλεύρων ἐκεῖνο τὸ ἄγγος μηδʼ ἐλαίου τὸ κεράμιον, μέχρις οὗ ἂν ὕσῃ θεός.” 8.323ταῦτʼ εἰπόντος τοῦ προφήτου παραγενομένη πρὸς αὑτὴν ἐποίησε τὰ εἰρημένα καὶ αὐτή τε ἔσχε καὶ τῷ τέκνῳ χορηγεῖ τὴν διατροφὴν καὶ τῷ προφήτῃ, ἐπέλιπε δʼ οὐδὲν αὐτοὺς τούτων, ἄχρις οὗ καὶ αὐχμὸς ἐπαύσατο. 8.324μέμνηται δὲ τῆς ἀνομβρίας ταύτης καὶ Μένανδρος ἐν ταῖς Ἰθωβάλου τοῦ Τυρίων βασιλέως πράξεσι λέγων οὕτως· “ἀβροχία τʼ ἐπʼ αὐτοῦ ἐγένετο ἀπὸ τοῦ Ὑπερβερεταίου μηνὸς ἕως τοῦ ἐχομένου ἔτους Ὑπερβερεταίου, ἱκετείαν δʼ αὐτοῦ ποιησαμένου κεραυνοὺς ἱκανοὺς βεβληκέναι. οὗτος πόλιν Βότρυν ἔκτισε τὴν ἐπὶ Φοινίκῃ καὶ Αὖζαν τὴν ἐν Λιβύῃ.” καὶ ταῦτα μὲν δηλῶν τὴν ἐπʼ Ἀχάβου γενομένην ἀνομβρίαν, κατὰ γὰρ τοῦτον καὶ Ἰθώβαλος ἐβασίλευε Τυρίων, Μένανδρος ἀναγέγραφεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.318 Joseph. AJ 8.322 (English) >>Joseph. AJ 8.327

Powered by PhiloLogic